TLG 2560 002 :: PYTHOCLES :: Fragmenta

PYTHOCLES Hist.
(Samius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 488–489.

frr. 1–4

Citation: Fragment — (line)

t1-2

ΙΤΑΛΙΚΑ.

t1

E LIBRO TERTIO.

1

Plutarch. Par. min. c. 14: Ποίνων καὶ Σικελιω‐ τῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάϊος δὲ Ἰούλιος μάντις
5εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα. Ὁ δ’ ἀναγ‐ κασθεὶς Μεταλίαν τὴν θυγατέρα προσῆγεν· ἡ δὲ Ἑστία ἐλεήσασα, δάμαλιν ὑπέβαλε, καὶ αὐτὴν ἐκόμι‐ σεν εἰς Λαμούσιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρ’ αὐ‐ τοῖς δράκοντος ἀπέδειξεν· ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰτα‐
10λικῶν.

t2

E LIBRO QUARTO.

2

Clem. Al. Str. I: Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τιμαῖος Ὀρθαγόραν τινὰ μάντιν ἀναγρά‐ φουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἰταλι‐ κῶν Γάϊον Ἰούλιον Νέπωτα.

t3

ΓΕΩΡΓΙΚΑ. E LIBRO TERTIO.

3

Plutarch. Par. min. 41: Ἡγησίστρατος, ἀνὴρ Ἐφέσιος, ἐμφύλιον φόνον δράσας, ἔφυγεν εἰς Δελφοὺς, καὶ ἠρώτα τὸν θεὸν, ποῦ οἰκήσειεν. Ὁ δ’ Ἀπόλλων ἀνεῖπεν, ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς
5ἐλαίας ἐστεφανωμένους. Γενόμενος δὲ κατὰ τὸν τόπον
τῆς Ἀσίας, καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανω‐ μένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν, καὶ ἐκάλεσεν Ἐλαιοῦντα· ὡς Πυθοκλῆς ὁ Σάμιος ἐν τρίτῳ Γεωργικῶν.488

t4

ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ.

4

Clem. Al. Protr.: Φωκαεῖς δὲ Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ ταυροπόλῳ Ἀρτέ‐
μιδι ἄνθρωπον ὁλοκαεῖν ἱστορεῖ.489